# Enquiry into Plants 11.1-3

Theophrastus, Enquiry into Plants, Δ, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/11.1-3

XI. Τοῦ δὴ καλάμου δύο φασὶν εἶναι γένη, τόν τε αὐλητικὸν καὶ τὸν ἕτερον· ἓν γὰρ εἶναι τὸ γένος τοῦ ἑτέρου, διαφέρειν δὲ ἀλλήλων ἰσχύι καὶ παχύτητι καὶ λεπτότητι καὶ ἀσθενείᾳ· καλοῦσι δὲ τὸν μὲν ἰσχυρὸν καὶ παχὺν χαρακίαν τὸν δ᾿ ἕτερον πλόκιμον· καὶ φύεσθαι τὸν μὲν πλόκιμον ἐπὶ τῶν πλοάδων τὸν δὲ χαρακίαν ἐπὶ τοῖς κώμυσι· κώμυθας δὲ καλοῦσι οὗ ἂν ᾖ συνηθροισμένος κάλαμος καὶ συμπεπλεγμένος ταῖς ῥίζαις· τοῦτο δὲ γίνεται καθ᾿ οὓς ἂν τόπους τῆς λίμνης εὔγειον ᾖ χωρίον· γίνεσθαι δέ ποτε τὸν χαρακίαν καὶ οὗ ὁ αὐλητικός, μακρότερον μὲν τοῦ ἄλλου χαρακίου σκωληκόβρωτον δέ. τούτου μὲν οὖν ταύτας λέγουσι τὰς διαφοράς.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
