# Enquiry into Plants 11.3-2

Theophrastus, Enquiry into Plants, Γ, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/11.3-2

Ἔστι δὲ καὶ μελιας γενη δυο. τούτων δ᾿ ἡ μὲν ὑψηλὴ καὶ εὐμήκης ἐστὶ τὸ ξύλον ἔχουσα λευκὸν καὶ εὔινον καὶ μαλακώτερον καὶ ἀνοζότερον καὶ οὐλότερον· ἡ δὲ ταπεινοτέρα καὶ ἧττον εὐαυξὴς καὶ τραχυτέρα καὶ σκληροτέρα καὶ ξανθοτέρα. τὰ δὲ φύλλα τῷ μὲν σχήματι δαφνοειδῆ. πλατυφύλλου δάφνης, εἰς ὀξύτερον δὲ συνηγμένα. χαραγμὸν δέ τιν᾿ ἔχοντα κύκλῳ καὶ ἐπακανθίζοντα· τὸ δὲ ὅλον, ὅπερ εἴποι τις ἂν φύλλον τῷ ἄμα φυλλορροεῖν, ἀφ᾿ ἑνὸς μίσχου· καὶ περὶ μίαν οἷον ἶνα κατὰ γόνυ καὶ συζυγίαν τὰ φύλλα καθ᾿ ἕκαστον πέφυκε, συχνῶν διεχουσῶν τῶν συζυγιῶν, ὁμοίως καὶ ἐπὶ τῆς οἴης. ἔστι δὲ τῶν μὲν βραχέα τὰ γόνατα καὶ αἱ συζυγίαι τὸ πλῆθος ἐλάττους, τῶν δὲ τῆς λευκῆς καὶ μακρὰ καὶ πλείους· καὶ τὰ καθ᾿ ἕκαστον φύλλα μακρότερα καὶ στενότερα, τὴν δὲ χρόαν πρασώδη. φλοιὸν δὲ λεῖον ἔχει, καπυρὸν δὲ καὶ λεπτὸν καὶ τῇ χρόᾳ πυρρόν.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
