Ancient Greek
Θ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.3-5
Not analysed yet
Διαφέρει δὲ ὡς ἔοικε χώρα χώρας καὶ ἀὴρ ἀέρος εἰς τὸ κόπτεσθαι καὶ μὴ τὰ σπέρματα· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον οὐκ ἐσθίεσθαί φασιν ὅλως κύαμον, δι᾿ ὃ καὶ εἰς θησαυρισμὸν ἀποτίθεσθαι· διαμένει δὲ καὶ περὶ Κυζικὸν ἐπὶ πλείω. μέγα δὲ πρὸς διαμονὴν καὶ τὸ ξηρὰ θερίζειν· ἐλάττων γὰρ ἡ ὑγρότης· θερίζουσι δ᾿ ἐγχυλότερα τὰ μὲν χεδροπὰ πρὸς τὸ μᾶλλον καὶ ῥᾷον συλλέξαι, ταχὺ γὰρ καταρρεῖ καὶ αὐανθέντα θρύπτεται, τοὺς δὲ πυροὺς καὶ γένος τι κριθῶν διὰ τὸ βελτίους εἰς τὰ ἄλφιτα γίνεσθαι μὴ ἀπεξηραμμένας.