Ancient Greek
Γ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.4-2
Not analysed yet
πυκνόρριζον δὲ καὶ παχύρριζον καὶ μετέωρον. καρπὸν δὲ οἱ μὲν περὶ τὴν Ἴδην οὐχ ὑπελάμβανον ἔχειν οὐδ᾿ ἄνθος· ἔχει δ᾿ ἐν λοβῷ λεπτῷ καρπὸν καρυηρὸν ὡς τῶν ἀμυγδαλῶν ὑπόπικρον τῇ γεύσει. φέρει δὲ καὶ ἕτερ᾿ ἄττα οἷον βρύα, καθάπερ ἡ δάφνη, πλὴν στιφρότερα· καὶ ἕκαστον καθ᾿ αὑτὸ σφαιροειδές, ὥσπερ τὰ τῶν πλατάνων· τούτων δὲ τὰ μὲν περὶ τὸν καρπόν, τὰ δ᾿ ἀπηρτημένα πολύ, καὶ τὰ πλεῖστα οὕτω. φύεται δὲ ἡ μὲν λεία περὶ τὰ βαθυάγκη μάλιστα καὶ ἔφυδρα, ἡ δὲ τραχεῖα καὶ περὶ τὰ ξηρὰ καὶ πετρώδη. ἔνιοι δὲ καλοῦσι τὴν μὲν μελίαν τὴν δὲ βουμέλιον, ὥσπερ οἱ περὶ Μακεδονίαν.