Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.5
Not analysed yet
Ἀλλὰ καὶ αὕτη δοκεῖ τις εἶναι διαφορὰ τὸ τὰ μὲν ἀφ᾿ ἑνὸς μίσχου καὶ μιᾶς προσφύσεως ἀθρόα γίνεσθαι, καθάπερ ἐπί τε τῶν βοτρυηρῶν καὶ σταχυηρῶν εἴρηται μὴ περιεχόμενα κοινῷ τινι γίνεσθαι· τὰ δὲ μὴ γίνεσθαι. ἐπεὶ καθ᾿ ἔκαστόν γε λαμβάνοντι τῶν σπερμάτων ἢ τῶν περιεχόντων ἰδίαν ἀρχὴν ἔχει τῆς προσφύσεως, οἷον ἥ τε ῥὰξ καὶ ἡ ῥόα καὶ πάλιν ὁ πυρὸς καὶ ἡ κριθή. ἥκιστα δ᾿ ἂν δόξειεν τὰ τῶν μήλων καὶ τὰ τῶν ἀπίων, ὅτι συμψαύει τε καὶ περιείληπται καθάπερ ὑμένι τινὶ δερματικῷ περὶ ὃν τὸ περικάρπιον· ἀλλ᾿ ὅμως καὶ τούτων ἕκαστον ἰδίαν ἀρχὴν ἔχει καὶ φύσιν· φανερώτατα δὲ τῷ κεχωρισθαι τὰ τῆς ῥόας· ὁ γὰρ πυρὴν ἑκαστῳ προσπέφυκεν, οὐχ ὥσπερ τῶν συκῶν ἄδηλα διὰ τὴν ὑγρότητα.