# Enquiry into Plants 11.9-3

Theophrastus, Enquiry into Plants, I, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/11.9-3

Ὁ δὲ μυρτίτης καλούμενος τιθύμαλλος λευκός· τὸ μὲν φύλλον ἔχει καθάπερ ὁ μύρρινος, πλὴν ἀκανθῶδες ἀπ᾿ ἄκρου· κλήματα δ᾿ ἀφίησιν ἐπὶ τὴν γῆν ὡς σπιθαμιαῖα, ταῦτα δ᾿ οὐχ ἄμα φέρει τὸν καρπὸν ἀλλὰ παρ᾿ ἔτος, τὰ μὲν νῦν τὰ δ᾿ εἰς νέωτα, πεφυκότα ἀπὸ τῆς αὐτῆς ῥίζης. φιλεῖ δὲ ὀρεινὰ χωρία. ὁ δὲ καρπὸς αὐτοῦ καλεῖται κάρυον. ἀμῶσι δ᾿ ὅταν ἀδρύνωνται αἱ κριθαὶ καὶ ξηραίνοντες καὶ ἀποκαθαίροντες· αὐτὸν τὸν καρπὸν πλύναντες ἐν ὕδατι καὶ πάλιν ξηράναντες διδόασι πιεῖν συμμιγνύντες δύο μέρη τῆς μελαίνης μήκωνος, τὸ δὲ συναμφότερον ὅσον ὀξύβαφον· καθαίρει δὲ φλέγμα κάτω· ἐὰν δὲ τὸ κάρυον αὐτὸ διδῶσι, τρίψαντες ἐν οἴνῳ γλυκεῖ διδόασιν ἢ ἐν σησάμῳ πεφρυγμένῳ κατατραγεῖν. ταῦτα μὲν οὖν τοῖς τε φύλλοις καὶ τοῖς ὀποῖς καὶ τοῖς καρποῖς χρήσιμα.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
