Ancient Greek · ~4 min
I, Chapter 12
Theophrastus, Enquiry into Plants 12.1-5
Not analysed yet
XII. Χαμαιλέων δὲ ὁ μὲν λευκὸς ὁ δὲ μέλας· αἱ δὲ δυνάμεις τῶν ῥιζῶν καὶ αὐταὶ δὲ αἱ ῥίζαι τοῖς εἴδεσι διάφοροι. τοῦ μὲν γὰρ λευκὴ καὶ παχεῖα καὶ γλυκεῖα καὶ ὀσμὴν ἔχουσα βαρεῖαν· χρήσιμον δέ φασι πρός τε τοὺς ῥοῦς, ὅταν ἑψηθῇ κατατμηθεῖσα καθάπερ ῥαφανὶς ἐνειρομένη ἐφ ὁλοσχοίνου, καὶ πρὸς τὴν ἕλμινθα τὴν πλατεῖαν, ὅταν ἀσταφίδα προφάγῃ πίνειν ἐπιξύοντα ταύτην ὅσον ὀξύβαφον ἐν οἴνῳ αὐστηρῷ. ἀναιρεῖ δὲ καὶ κύνα καὶ σῦν· κύνα μὲν ἐν ἀλφίτοις ἀναφυραθεῖσα μετὰ ἐλαίου καὶ ὕδατος, σῦν δὲ μετὰ ῥαφάνων μεμιγμένη τῶν ὀρείων. γυναικὶ δὲ δίδοται ἐν τρυγὶ γλυκείᾳ ἢ ἐν οἴνῳ γλυκεῖ. καὶ ἐὰν βούληταί τις ἀσθενοῦντος ἀνθρώπου διαπειρᾶσθαι εἰ βιώσιμος, λούειν κελεύουσι τρεῖς ἡμέρας, κἂν περιενέγκῃ βιώσιμος. φύεται δὲ ὁμοίως πανταχοῦ, καὶ ἔχει τὸ φύλλον ὅμοιον σκολύμῳ μεῖζον δέ· αὐτὸ δὲ πρὸς τῇ γῇ τινα κεφαλὴν ἔχει ἀκανοειδῆ μεγάλην, οἱ δὲ καὶ ἄκανον καλοῦσιν.