# Enquiry into Plants 12.1

Theophrastus, Enquiry into Plants, ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/12.1

XII. Αἱ δὲ κατὰ τοὺς χυλοὺς καὶ τὰ σχήματα καὶ τὰς ὅλας μορφὰς σχεδὸν φανεραὶ πᾶσιν, ὥστε μὴ δεῖσθαι λόγου· πλὴν τοσοῦτόν γ᾿ ὅτι σχῆμα οὐδὲν περικάρπιον εὐθύγραμμον οὐδὲ γωνίας ἔχει. τῶν δὲ χυλῶν οἱ μέν εἰσιν οἰνώδεις, ὥσπερ ἀμπέλου συκαμίνου μύρτου· οἱ δ᾿ ἐλαώδεις, ὥσπερ ἐλάας δάφνης καρύας ἀμυγδαλῆς πεύκης πίτυος ἐλάτης· οἱ δὲ μελιτώδεις, οἷον σύκου φοίνικος διοσβαλάνου· οἱ δὲ δριμεῖς, οἷον ὀριγάνου θύμβρας καρδάμου νάπυος· οἱ δὲ πικροί, ὥσπερ ἀψινθίου κενταυρίου. διαφέρουσι δὲ καὶ ταῖς εὐωδίαις, οἷον ἀννήσου κεδρίδος· ἐνίων δὲ ὑδαρεῖς ἂν δόξαιεν, οἷον οἱ τῶν κοκκυμηλέων· οἱ δὲ ὀξεῖς, ὥσπερ ῥοῶν καὶ ἐνίων μήλων. ἁπάντων δὲ οἰνώδεις καὶ τοὺς ἐν τούτῳ τῷ γένει θετέον· ἄλλοι δὲ ἐν ἄλλοις εἴδεσιν· ὑπὲρ ὧν ἁπάντων ἀκριβέστερον ἐν τοῖς περὶ χυλῶν ῥητέον, αὐτάς τε τὰς ἰδέας διαριθμουμένους ὁπόσαι καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ τίς ἡ ἑκάστου φύσις καὶ δύναμις.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
