# Enquiry into Plants 13.1

Theophrastus, Enquiry into Plants, ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/13.1

XIII. Νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι κατὰ πάντα τὰ μέρη πλείους εἰσὶ διαφοραὶ πολλαχῶς· ὀπεὶ καὶ τῶν ἀνθῶν τὰ μέν ἐστι χνοώδη, καθάπερ τὸ τῆς ἀμπέλου και συκαμινου καὶ τοῦ κιττοῦ· τὰ δὲ φυλλώδη, καθάπερ ἀμυγδαλῆς μηλέας ἀπίου κοκκυμηλέας. καὶ τὰ μὲν μέγεθος ἔχει. τὸ δὲ τῆς ἐλάας φυλλῶδες ὂν ἀμέγεθες. ὁμοίως δὲ καὶ ἐν τοῖς ἐπετείοις καὶ ποιώδεσι τὰ μὲν φυλλώδη τὰ δὲ χνοώδη. πάντων δὲ τὰ μὲν δίχροα τὰ δὲ μονόχροα. τὰ μὲν τῶν δένδρων τά γε πολλὰ μονόχροα καὶ λευκανθῆ· μόνον γὰρ ὡς εἰπεῖν τὸ τῆς ῥόας φοινικοῦν καὶ ἀμυγδαλῶν τινων ὑπέρυθρον· ἄλλου δὲ οὐδενὸς τῶν ἡμέρων οὔτε ἀνθῶδες οὔτε δίχρουν, ἀλλ᾿ εἴ τινος τῶν ἀγρίων, οἷον τὸ τῆς ἐλάτης· κρόκινον γὰρ τὸ ταύτης ἄνθος· καὶ ὅσα δή φασιν ἐν τῇ ἔξω θαλάττῃ ῥόδων ἔχειν τὴν χρόαν.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
