Ancient Greek · ~2 min
Η, Chapter 13
Theophrastus, Enquiry into Plants 13.2-4
Not analysed yet
Καυλὸν δὲ τὰ μὲν οὐκ ἔχει τὸ ὅλον οὐδ᾿ ἄνθος, ὥσπερ τὸ ἄρον τὸ ἐδώδιμον· τὰ δὲ τὸν τοῦ ἄνθους μόνον, ὥσπερ ὁ νάρκισσος καὶ ὁ κρόκος· ἔνια δὲ ἔχει, καθάπερ ἡ σκίλλα καὶ ὁ βολβὸς καὶ ἡ ἶρις καὶ τὸ ξίφιον· μέγιστον δὲ πάντων ἀσφόδελος· ὁ γὰρ ἀνθέρικος μέγιστος· ὁ δὲ τῆς ἴριδος ἐλάττων μὲν σκληρότερος δὲ τὸ δὲ ὅλον ἀνθερικώδης. ἔστι δὲ καὶ πολύκαρπος ὁ ἀσφόδελος, καὶ ὁ καρπὸς αὐτοῦ ξυλώδης τῇ μὲν μορφῇ τρίγωνος τῷ δὲ χρώματι μέλας· γίνεται δὲ ἐν τῷ στρογγύλῳ τῷ ὑποκάτω τοῦ ἄνθους, ἐκπίπτει δὲ τοῦ θέρους, ὅταν τοῦτο διαχάνῃ.