Ancient Greek · ~2 min
Γ, Chapter 13
Theophrastus, Enquiry into Plants 13.3-2
Not analysed yet
3 τὸ δ᾿ ὅλον οὐ πολύοζον τὸ δένδρον ἀλλ᾿ ἀνοζότερον πολὺ τῆς αἰγείρου. πολύρριζον δὲ καὶ ἐπιπολαιόρριζον οὐκ ἄγαν δὲ παχύρριζον· ἡ δ᾿ ἐπιστροφὴ καὶ τῆς ῥίζης καὶ τοῦ φλοιοῦ τοῦ περὶ αὐτὴν ἡ αὐτή. ἄνθος δὲ λευκὸν ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρὸς ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρὸς τοῦ δὲ κεράσου μαλακός. φύεται δ᾿ ὅπου καὶ ἡ φίλυρα, τὸ δὲ ὅλον ὅπου ποταμοὶ καὶ ἔφυδρα.