# Enquiry into Plants 13.4-2

Theophrastus, Enquiry into Plants, Γ, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/13.4-2

Φύεται δὲ καὶ ἡ ἀκτὴ μάλιστα παρ᾿ ὕδωρ καὶ ἐν τοῖς σκιεροῖς, οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς μὴ τοιούτοις· θαμνῶδες δὲ ῥάβδοις ἐπετείοις αὐξανομέναις μέχρι τῆς φυλλορροίας εἰς μῆκος, εἶτα μετὰ ταῦτα εἰς πάχος· τὸ δὲ ὕψος τῶν ῥάβδων οὐ μέγα λίαν ἀλλὰ καὶ μάλιστα ὡς ἑξάπηχυ· τῶν δὲ στελεχῶν πάχος τῶν γερανδρύων ὅσον περικεφαλαίας, φλοιὸς δὲ λεῖος λεπτὸς καπυρός· τὸ δὲ ξύλον χαῦνον καὶ κοῦφον ξηρανθέν, ἐντεριώνην δὲ ἔχον μαλακήν, ὥστε δι᾿ ὅλου καὶ κοιλαίνεσθαι τὰς ῥάβδους, ἐξ ὧν καὶ τὰς βακτηρίας ποιοῦσι τὰς κούφας. ξηρανθὲν δὲ ἰσχυρὸν καὶ ἀγήρων ἐὰν βρέχηται, κἂν ᾖ λελοπισμένον· λοπίζεται δὲ αὐτόματον ξηραινόμενον. ῥίζας δὲ ἔχει μετεώρους οὐ πολλὰς δὲ οὐδὲ μεγάλας.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
