Ancient Greek · ~2 min
I, Chapter 13
Theophrastus, Enquiry into Plants 13.4-5
Not analysed yet
Αὗται μὲν οὖν γλυκεῖαι. ἄλλαι δὲ πικραί, αἱ δὲ βαρεῖαι τῇ γεύσει. γίνονται δέ τινες τῶν γλυκειῶν αἱ μὲν ἐκστατικαί, καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ περὶ Τεγέαν, ἣν καὶ Πάνδειος ὁ ἀνδριαντοποιὸς φαγὼν ἐργαζόμενος ἐν τῷ ἱερῷ ἐξέστη. αἱ δὲ θανατηφόροι, καθάπερ ἡ περὶ τὰ μέταλλα ἐν τοῖς ἔργοις τοῖς ἐν Θράκῃ· κούφη δὲ καὶ ἡδεῖα πάνυ τῇ γεύσει καὶ τὸν θάνατον ὑπνώδη τινὰ ποιοῦσα καὶ ἐλαφρόν. ἔχουσι δὲ καὶ τοῖς χρώμασι διαφορὰς οὐ τῷ λευκῷ καὶ μέλανι καὶ ξανθῷ μόνον, ἀλλ᾿ ἔνιαι καὶ οἰνοχρῶτες, αἱ δ᾿ ἐρυθραί, καθάπερ ἡ τοῦ ἐρευθεδανοῦ.