# Enquiry into Plants 13.6-3

Theophrastus, Enquiry into Plants, Η, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/13.6-3

Τοῦ ναρκίσσου δὲ ὁ τοῦ ἄνθους μόνον εὐθὺ προωθῶν τὸ ἄνθος· τῆς δὲ σκίλλης καθ᾿ αὑτόν, εἰς ὕστερον ἐπὶ τούτῳ τὸ ἄνθος ἀνίσχον προσκαθήμενον· ποιεῖται δὲ τὰς ἀνθήσεις τρεῖς, ὧν ἡ μὲν πρώτη δοκεῖ σημαίνειν τὸν πρῶτον ἄροτον, ἡ δὲ δευτέρα τὸν μέσον, ἡ δὲ τρίτη τὸν ἔσχατον· ὡς γὰρ ἂν αὗται γένωνται καὶ οἱ ἄροτοι σχεδὸν οὕτως ἐκβαίνουσιν· ὅταν δὲ οὗτος ἀπογηράσῃ. τότε ἡ τῶν φύλλων βλάστησις πολλαῖς ἡμέραις ὕστερον· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ναρκίσσου, πλὴν οὔτε καυλὸν ἕτερον ἔχει παρὰ τὸν τοῦ ἄν. θους, ὥσπερ εἴπομεν, οὔτε καρπὸν φανερόν, ἀλλ᾿ αὐτὸ τὸ ἄνθος ἅμα τῷ καυλῷ καταφθίνει καὶ ὅταν αὐανθῇ τότε τὰ φύλλα ἀνατέλλει.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
