Ancient Greek
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.2-3
Not analysed yet
τοῖς δὲ ἡμέροις ἐστὶ πλείω νοσήματα, καὶ τὰ μὲν ὥσπερ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις τὰ δ’ ἴδια κατὰ γένη. κοινὰ δὴ τό τε σκωληκοῦσθαι καὶ ἀστροβολεῖσθαι καὶ ὁ σφακελισμός. ἅπαντα γὰρ ὡς εἰπεῖν καὶ σκώληκας ἴσχει πλὴν τὰ μὲν ἐλάττους τὰ δὲ πλείους, καθάπερ συκῆ μηλὲα καὶ ἄπιος. ὡς δὲ ἀπλῶς εἰπεῖν ἥκιστα σκωληκοῦνται τὰ δριμέα καὶ ὀπώδη, καὶ ἀστροβολεῖται ὡσαύτως· μᾶλλον δὲ τοῖς νέοις ἢ τοῖς ἐν ἀκμῇ τοῦτο συμβαίνει, πάντων δὲ μάλιστα τῇ τε συκῇ καὶ τῇ ἀμπέλῳ.