Ancient Greek · ~2 min
Δ, Chapter 14
Theophrastus, Enquiry into Plants 14.5-2
Not analysed yet
Ἡ δὲ ψώρα μάλιστα γίνεται ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· ἐὰν δὲ πολύ, ἀποκλύζεται· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ ἀπορρεῖν καὶ τοὺς ὀλύνθους. τῶν δὲ σκωλήκων τῶν ἐν ταῖς συκαῖς οἱ μὲν ἐξ αὐτῆς γίνονται οἱ δὲ ἐντίκτονται ὑπὸ τοῦ καλουμένου κεράστου· πάντες δὲ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται δὲ οἶον τριγμόν. νοσεῖ δὲ συκῆ καὶ ἐὰν ἐπομβρία γένηται· τά τε γὰρ πρὸς τὴν ῥίζαν καὶ αὐτὴ ἡ ῥίζα ὥσπερ μαδᾷ· τοῦτο δὲ καλοῦσι λοπᾶν.