# Enquiry into Plants 15.1-2

Theophrastus, Enquiry into Plants, Δ, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/15.1-2

XV. Λοιπὸν δ᾿ εἰπεῖν ὅσα παραιρουμένων τινῶν μορίων ἀπόλλυται. κοινὴ μὲν δὴ πᾶσι φθορὰ τοῦ φλοιοῦ περιαιρεθέντος κύκλῳ· πᾶν γὰρ ὡς εἰπεῖν οὕτως ἀπόλλυσθαι δοκεῖ πλὴν ἀνδράχλη· καὶ αὕτη δὲ ἐάν τις τὴν σάρκα σφόδρα πιέσῃ καὶ τὸν μέλλοντα βλαστὸν διακόψῃ· πλὴν εἰ ἄρα φελλοῦ· τοῦτον γάρ φασι καὶ εὐσθενεῖν μᾶλλον περιαιρουμένου δῆλον ὅτι τοῦ ἔξω καὶ τοῦ κάτω πρὸς τῇ σαρκί, καθάπερ καὶ τῆς ἀνδράχλης. ἐπεὶ καὶ τοῦ κεράσου περιαιρεῖται καὶ τῆς ἀμπέλου καὶ τῆς φιλύρας, ἐξ οὖ τὰ σχοινία, καὶ μαλάχης τῶν ἐλαττόνων, ἀλλ᾿ οὐχ ὁ κύριος οὐδ᾿ ὁ πρῶτος, ἀλλ᾿ ὁ ἐπιπολῆς, ὃς καὶ αὐτόματος ἐνίοτε ἀποπίπτει διὰ τὴν ὑπόφυσιν θατέρου.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
