# Enquiry into Plants 15.1-3-2

Theophrastus, Enquiry into Plants, 15.1 to 15.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/15.1-3

XV. Ὅσα δὲ τὰς ἀνθήσεις λαμβάνουσι ἀκολουθοῦντα τοῖς ἄστροις, οἷον τὸ ἡλιοτρόπιον καλούμενον καὶ ὁ σκόλυμος, ἅμα γὰρ ταῖς τροπαῖς καὶ οὗτος, ἔτι δὲ τὸ χελιδόνιον, καὶ γὰρ τοῦτο ἅμα τῷ χελιδονίᾳ ἀνθεῖ, ταῦτα δὲ δόξειεν ἂν τῇ μὲν φυσικὴν ἔχειν τὴν αἰτίαν τῇ δὲ συμπτωματικήν. Πολλὰ δὲ τοιαῦτά ἐστι καὶ ἐν ἑτέροις ἴδια· οἷον καὶ ἡ τοῦ ἀειζώου φύσις τὸ διαμένειν ὑγρὸν ἀεὶ καὶ χλωρόν, φύλλον σαρκῶδες ἔχον καὶ λεῖον καὶ πρόμηκες. φύεται δὲ ἔν τε τοῖς ἁλιπέδοις τοῖς τε ἐπὶ τῶν τειχῶν ἀνδήροις καὶ οὐχ ἥκιστα ἐπὶ τῶν κεράμων, ὅταν ἐπιγένηται γῆς τις ἀμμώδης συρροή.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
