# Enquiry into Plants 15.3

Theophrastus, Enquiry into Plants, Γ, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/15.3

Τῆς δὲ τερμίνθου τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. τὸ μὲν οὖν ἄρρεν ἄκαρπον, δι᾿ ὃ καὶ καλοῦσιν ἄρρεν· τῶν δὲ θηλειῶν ἡ μὲν ἐρυθρὸν εὐθὺς φέρει τὸν καρπὸν ἡλίκον φακὸν ἄπεπτον, ἡ δὲ χλοερὸν ἐνέγκασα μετὰ ταῦτα ἐρυθραίνει, καὶ ἅμα τῇ ἀμπέλῳ πεπαίνουσα τὸ ἔσχατον ποιεῖ μέλανα, μέγεθος ἡλίκον κύαμον, ῥητινώδη δὲ καὶ θυωδέστερον. ἔστι δὲ τὸ δένδρον περὶ μὲν τὴν Ἴδην καὶ Μακεδονίαν βραχὺ θαμνῶδες ἐστραμμένον. περὶ δὲ Δαμασκὸν τῆς Συρίας μέγα καὶ πολὺ καὶ κσλόν· ὄρος γάρ τί φασιν εἶναι πάμμεστον τερμίνθων, ἄλλο δ᾿ οὐδὲν πεφυκέναι.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
