Ancient Greek
Γ, Chapter 15
Theophrastus, Enquiry into Plants 15.4
Not analysed yet
ξύλον δὲφ ἔχει γλίσχρον καὶ ῥίζας ἰσχυρὰς κατὰ βάθους. καὶ τὸ ὅλον ἀνώλεθρον· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, τῷ χρώματι δὲ ἐρυθρόν. φύλλον, περὶ ἔνα μίσχον πλείω δαφνοειδῆ κατὰ συζυγίαν. ὥσπερ καὶ τὸ τῆς οἴης· καὶ τὸ ἐξ ἄκρου περιττόν· πλὴν ἐγγωνιώτερον τῆς οἴης καὶ δαφνοειδέστερον δὲ κύκλῳ καὶ λιπαρὸν ἅπαν ἅμα τῷ καρπῷ. φέρει δὲ καὶ κωρυκώδη τινὰ κοῖλα, καθάπερ ἡ πτελέα, ἐν οἶς θηρίδια ἐγγίγνεται κωνωποειδῆ· ἐγγίγνεται δέ τι καὶ ῥητινῶδες ἐν τούτοις καὶ γλίσχρον· οὐ μὴν ἐνθεῦτέν γε ἡ ῥητίνη συλλέγεται ἀλλ᾿ ἀπὸ τοῦ ξύλου. ὁ δὲ καρπὸς οὐκ ἀφίησι ῥητίνης πλῆθος, ἀλλὰ προσέχεται μὲν ταῖς χερσί, κἂν μὴ πλυθῇ μετὰ τὴν συλλογὴν συνέχεται· πλυνόμενος δὲ ὁ μὲν λευκὸς καὶ ἄπεπτος ἐπιπλεῖ, ὁ δὲ μέλας ὑφίσταται.