Ancient Greek · ~2 min
Η, Chapter 15
Theophrastus, Enquiry into Plants 15.4-3
Not analysed yet
Τὰ δὲ ἐν ἐλάττοσιν, ὥσπερ ὁ στρύχνος ὁμωνυμίᾳ τινὶ παντελῶς εἰλημμένος· ὁ μὲν γὰρ ἐδώδιμος καὶ ὥσπερ ἥμερον, καρπὸν ἔχων ῥαγώδη, ἕτεροι δὲ δύο εἰσιν, ὧν ὁ μὲν ὕπνον ὁ δὲ μανίαν ἐμποιεῖν δύναται, πλείων δ᾿ ἔτι δοθεὶς καὶ κτείνει. ὁμοίως δὲ τοῦτο καὶ ἐφ᾿ ἑτέρων ἐστὶ λαβεῖν, ἃ πολλὴν ἔχει διάστασιν. περὶ μὲν οὖν τῶν ἄλλων τῶν ποιωδῶν ἱκανῶς εἴρηται. περὶ δὲ τοῦ σίτου καὶ τῶν σιτωδῶν μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ἔτι κατάλοιπον ἦν.