Ancient Greek · ~2 min
I, Chapter 15
Theophrastus, Enquiry into Plants 15.8
Not analysed yet
Τὸ δὲ κώνειον ἄριστον περὶ Σοῦσα καὶ ἐν τοῖς ψυχροτάτοις τόποις. γίνεται δὲ καὶ ἐν τῇ Λακωνικῇ τὰ πολλὰ τούτων· καὶ γὰρ αὕτη πολυφάρμακος. ἐν Ἀχαίᾳ δὲ ἥ τε τραγάκανθα πολλὴ καὶ οὐδὲν χείρων ὡς οἴονται τῆς Κρητικῆς ἀλλὰ καὶ τῇ ὄψει καλλίων· καὶ δαῦκον περὶ τὴν Πατραϊκὴν διαφέρον· τοῦτο δὲ θερμαντικὸν φύσει, ῥίζαν δὲ ἔχει μέλαιναν. φύεται δὲ τὰ πολλὰ τούτων καὶ ἐν τῷ Παρνασῷ καὶ περὶ τὸ Τελέθριον. καὶ ταῦτα μὲν κοινὰ πλειόνων χώρων.