Ancient Greek · ~2 min
I, Chapter 16
Theophrastus, Enquiry into Plants 16.2-3
Not analysed yet
Τὸ δὲ ψευδοδίκταμνον τῷ μὲν φύλλῳ ὅμοιον τοῖς κλωνίοις δ᾿ ἔλαττον τῇ δυνάμει δὲ πολὺ λειπόμενον. βοηθεῖ μὲν γὰρ καὶ ταὐτά, χεῖρον δὲ πολλῷ καὶ ἀσθενέστερον. ἔστι δὲ εὐθὺς ἐν τῷ στόματι φανερὰ τοῦ δικτάμνου ἡ δύναμις· διαθερμαίνει γὰρ ἀπὸ μικροῦ σφόδρα. τιθέασι δὲ τὰς δεσμίδας ἐν νάρθηκι ἢ καλάμῳ πρὸς τὸ μὴ ἀποπνεῖν· ἀσθενέστερον γὰρ ἀποπνεῦσαν. λέγουσι δέ τινες ὡς ἡ μὲν φύσις μία ἡ τοῦ δικτάμνου καὶ ἡ τοῦ ψευδοδικτάμνου, διὰ δὲ τὸ ἐν εὐγειοτέροις φύεσθαι τόποις χεῖρον γίνεσθαι, καθάπερ καὶ ἄλλα πολλὰ πλείω τούτων κατὰ τὰς δυνάμεις. τὸ γὰρ δίκταμνον φιλεῖ χώραν τραχεῖαν.