Ancient Greek · ~2 min
I, Chapter 17
Theophrastus, Enquiry into Plants 17.2-2
Not analysed yet
Κινδυνεύει γὰρ ἔνια τῶν φαρμάκων τῇ ἀσυνηθείᾳ φάρμακα γίνεσθαι, τάχα δὲ ἀληθέστερον εἰπεῖν ὡς τῇ συνηθείᾳ οὐ φάρμακα· προσδεξαμένης γὰρ τῆς φύσεως καὶ κατακρατούσης οὐκέτι φάρμακα, καθάπερ καὶ Θρασ ύας ἔλεγεν· ἐκεῖνος γὰρ ἔφη τὸ αὐτὸ τοῖς μὲν φάρμακον εἶναι τοῖς δ᾿ οὐ φάρμακον, διαιρῶν τὰς φύσεις ἑκάστων· ᾤετο γὰρ δεῖν καὶ ἦν δεινὸς διαγνῶναι. ποιεῖ δέ τι δῆλον ὅτι πρὸς τῇ φύσει καὶ τὸ ἔθος. Εὔδημος γοῦν ὁ φαρμακοπώλης εὐδοκιμῶν σφόδρα κατὰ τὴν τέχνην συνθέμενος μηδὲν πείσεσθαι πρὸ ἡλίου δύναντος κατέφαγε μέτριον πάνυ καὶ οὐ κατέσχεν οὐδ᾿ ἐκράτησεν.