# Enquiry into Plants 17.3-2

Theophrastus, Enquiry into Plants, I, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/17.3-2

ὁ δὲ Χῖος Εὔδημος πίνων ἐλλέβορον οὐκ ἐκαθαίρετο. καί ποτε ἔφη πιεῖν ἐν μιᾷ ἡμέρᾳ δύο καὶ εἴκοσι πόσεις ἐν τῇ ἀγορᾷ καθήμενος ἐπὶ τῶν σκευῶν καὶ οὐκ ἐξαναστῆναι πρὸ τοῦ δείλην γενέσθαι· τότε δ᾿ ἐλθὼν καὶ λούσασθαι καὶ δειπνεῖν ὥσπερ εἰώθει καὶ οὐκ ἐξεμέσαι· πλὴν οὗτός γε βοήθειάν τινα παρασκευασάμενος κατέσχε· κίσσηριν γὰρ ἐπιπάττων ἐπ᾿ ὄξος δριμὺ πιεῖν ἔφη μετὰ τὴν ἑβδόμην πόσιν. καὶ πάλιν ὕστερον ἐν οἴνῳ τὸν αὐτὸν τρόπον· τὴν δὲ τῆς κισσήριδος οὕτως ἰσχυρὰν εἶναι δύναμιν ὥστ᾿ ἐάν τις εἰς πίθον ζέοντα οἴνου ἐμβάλῃ παύειν τὴν ζέσιν οὐ παραχρῆμα μόνον ἀλλὰ καὶ ὅλως καταξηραίνουσάν τε δῆλον ὅτι καὶ ἀναδεχομένην τὸ πνεῦμα καὶ τοῦτο διιεῖσαν. οὗτος μὲν οὖν τό γε πλῆθος ταύτῃ τῇ βοηθείᾳ κατέσχεν.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
