Ancient Greek · ~2 min
Γ, Chapter 17
Theophrastus, Enquiry into Plants 17.5
Not analysed yet
Ἡ δὲ συκῆ θαμνῶδες μὲν καὶ οὐχ ὑψηλόν. πάχος δ᾿ ἔχον ὥστε καὶ πηχυαῖον εἶναι τὴν περίμετρον· τὸ δὲ ξύλον ἐπεστραμμένον γλίσχρον· κάτωθεν μὲν λεῖον καὶ ἄνοζον ἄνωθεν δὲ περίκομον· χρῶμα δὲ καὶ φύλλου καὶ φλοιοῦ πελιόν, τὸ δὲ σχῆμα τῶν φύλλων ὅμοιον τῷ τῆς φιλύρας καὶ μαλακὸν καὶ πλατὺ καὶ τὸ μέγεθος παραπλήσιον· ἄνθος μεσπιλῶδες καὶ ἀνθεῖ ἄμα τῇ μεσπίλῃ. ὁ δὲ καρπός, ὃν καλοῦσι σῦκον, ἐρυθρὸς ἡλίκος ἐλάας πλὴν στρογγυλώτερος, ἐσθιόμενος δὲ μεσπιλώδης· ῥίζας δὲ ἔχει παχείας ὡσὰν συκῆς ἡμέρου καὶ γλίσχρας. ἀσαπὲς δέ ἐστι τὸ δένδρον καὶ καρδίαν ἔχει στερεὰν οὐκ ἐντεριώνην.