Ancient Greek
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.1
Not analysed yet
XVIII Ἔχει δὲ καὶ τἀλλα σχεδὸν ὅρη φύσεις τινὰς ἰδίας τὰ μὲν δένδρων τὰ δὲ θάμνων τὰ δ᾿ ἄλλων ὑλημάτων. ἀλλὰ γὰρ περὶ μὲν τῆς ἰδιότητος εἴρηται πλεονάκις ὅτι γίνεται καθ᾿ ἑκάστους τόπους. ἡ δὲ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν διαφορά, καθάπερ ἡ τῶν δένδρων καὶ τῶν θάμνων, ὁμοίως ἐστὶ καὶ τῶν ἄλλων, ὥσπερ εἴρηται, τῶν πλείστων, ὥσπερ καὶ ῥάμνου καὶ παλιούρου καὶ οἴσου καὶ ῥοῦ καὶ κιττοῦ καὶ βάτου καὶ ἑτέρων πολλῶν.