# Enquiry into Plants 18.1-2

Theophrastus, Enquiry into Plants, I, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/18.1-2

XVIII. Αἱ δὲ ῥίζαι καὶ τὰ ὑλήματα, καθάπερ εἴρηται, πολλὰς ἔχουσι δυνάμεις οὐ πρὸς τὰ ἔμψυχα σώματα μόνον ἀλλὰ καὶ πρὸς τὰ ἄψυχα. λέγουσι γὰρ ἄκανθάν τινα εἶναι ἢ πήγνυσι τὸ ὕδωρ ἐμβαλλομένη· πηγνύναι δὲ καὶ τὴν τῆς ἀλθαίας ῥίζαν, ἐάν τις τρίψας ἐμβάλῃ καὶ θῇ ὑπαίθριον· ἔχει δὲ ἡ ἀλθαία φύλλον μὲν ὅμοιον τῇ μαλάχῃ πλὴν μεῖζον καὶ δασύτερον, τοὺς δὲ καυλοὺς μαλακούς, ἄνθος δὲ μήλινον, καρπὸν δ᾿ ὅμοιον τῇ μαλάχῃ. ῥίζαν δὲ ἰνώδη λευκὴν τῇ γεύσει δὲ ὥσπερ τῆς μαλάχης ὁ καυλός· χρῶνται δὲ αὐτῇ πρός τε τὰ ῥήγματα καὶ τὰς βῆχας ἐν οἴνῳ γλυκεῖ καὶ ἐπὶ τὰ ἕλκη ἐν ἐλαίῳ.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
