Ancient Greek · ~2 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.3
Not analysed yet
“0 τε παλίουρος ἔχει διαφορὰς ἅπόντα δὲ ταῦτα καρποφόρα. καὶ ὅ γε παλίουρος ἐν λοβῷ τινι τὸν καρπὸν ἔχει καθαπερεὶ φύλλῳ, ἐν ᾦ τρία ἢ τέτταρα γίνεται. χρῶνται δ᾿ αὐτῷ πρὸς τὰς βῆχας οἱ ἰατροὶ κοπτοντες· ἔχει γάρ τινα γλισχρότητα καὶ λίπος, ὥσπερ τὸ τοῦ λίνου σπέρμα. φύεται δὲ καὶ ἐπὶ τοῖς ἐφύδροις καὶ ἐν τοῖς ξηροῖς, ὥσπερ ὁ βάτος. φυλλοβόλον δὲ καὶ οὐχ ὥσπερ ἡ ῥάμνος ἀείφυλλον.