Ancient Greek · ~2 min
I, Chapter 19
Theophrastus, Enquiry into Plants 19.1
Not analysed yet
XIX. Πρὸς δὲ τὴν ψυχὴν τὸν μὲν στρύχνον ὥστε παρακινεῖν καὶ ἐξιστάναι, καθάπερ ἐλέχθη πρότερον, ἡ δὲ τοῦ ὀνοθήρα ῥίζα δοθεῖσα ἐν οἴνῳ πρᾳότερον καὶ ἱλαρώτερον ποιεῖ τὸ ἦθος. ἔχει δὲ ὁ μὲν ὀνοθήρας τὸ μὲν φύλλον ὅμοιον ἀμυγδαλῇ μικρότερον δέ, τὸ δὲ ἄνθος ἐρυθρὸν ὥσπερ ῥόδον· αὐτὸς δὲ μέγας θάμνος· ῥίζα δὲ ἐρυθρὰ καὶ μεγάλη, ὄζει δὲ αὐανθείσης ὥσπερ οἴνου· φιλεῖ δὲ ὀρεινὰ χωρία. φαίνεται δὲ οὐ τοῦτο ἄτοπον· οἷον γὰρ προσφορά τις γίνεται δύναμιν ἔχοντος οἰνώδη.