Ancient Greek · ~2 min
I, Chapter 19
Theophrastus, Enquiry into Plants 19.4
Not analysed yet
Αἱ δὲ τῶν ῥιζῶν καὶ τῶν καρπῶν καὶ τῶν ὀπῶν φύσεις ἐπεὶ πολλὰς ἔχουσι καὶ παντοίας δυνάμεις, ὅσαι ταὐτὸ δύνανται καὶ τῶν αὐτῶν αἰτίαι, καὶ πάλιν ὅσαι τὰ ἐναντία, διαπορήσευεν ἄν τις κοινὸν ἴσως ἀπόρημα καὶ ἐφ᾿ ἑτέρων ἀπόρων, πότερον ὅσα τῶν αὐτῶν αἴτια κατὰ μίαν τινὰ δύναμίν ἐστιν, ἢ καὶ ἀφ᾿ ἑτέρων ἐνδέχεται ταὐτὸ γίνεσθαι. τοῦτο μὲν οὖν ταύτῃ ἠπορήσθω· εἰ δέ τινων καὶ ἄλλων τὰς φύσεις ἢ τὰς δυνάμεις ἔχομεν εἰπεῖν, ταῦτα ῥητέον.