Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.1
Not analysed yet
ΙΙ. Ἄλλα δὲ ἐξ ὧν ταῦτα φλοιὸς ξύλον μήτρα. ὅσα ἔχει μήτραν. πάντα δ᾿ ὁμοιομερῆ. καὶ τὰ τούτων δὲ ἔτι πρότερα καὶ ἐξ ὧν ταῦτα, ὑγρὸν ἵς φλὲψ σάρξ· ἀρχαὶ γὰρ αὗται· πλὴν εἴ τις λέγοι τὰς τῶν στοιχείων δυνάμεις, αὗται δὲ κοιναὶ πάντων. ἡ μὲν οὖν οὐσία καὶ ἡ ὅλη φύσις ἐν τούτοις. Ἄλλα δ᾿ ἐστὶν ὥσπερ ἐπέτεια μέρη τὰ πρὸς τὴν καρποτοκίαν, οἷον φύλλον ἄνθος μίσχος· τοῦτο δ᾿ ἐστὶν ᾧ συνήρτηται πρὸς τὸ φυτὸν τὸ φύλλον καὶ ὁ καρπός· ἔτι δὲ βρύον, οἷς ὑπάρχει, καὶ ἐπὶ πᾶσι σπέρμα τὸ τοῦ καρποῦ· καρπὸς δ᾿ ἐστὶ τὸ συγκείμενον σπέρμα μετὰ τοῦ περικαρπίου. παρὰ δὲ ταῦτα ἐνίων ἴδια ἄττα, καθάπερ ἡ κηκὶς δρυὸς καὶ ἡ ἕλιξ ἀμπέλου.