Ancient Greek · ~2 min
I, Chapter 2
Theophrastus, Enquiry into Plants 2.2-9
Not analysed yet
Διαφέρουσι δὲ καὶ κατὰ τὰ δένδρα. βελτίστη μὲν γὰρ ἡ τερμινθίνη· καὶ γὰρ συνεστηκυῖα καὶ εὐωδεστάτη καὶ κουφοτάτη τῇ ὀσμῇ ἀλλ᾿ ὀλίγη. δευτέρα δὲ ἡ ἐλατίνη καὶ πιτυίνη, κουφότεραι γὰρ τῆς πευκίνης. πλείστη δὲ ἡ πευκίνη καὶ βαρυτάτη καὶ πιττωδεστάτη διὰ τὸ μάλιστα ἔνδᾳδον εἶναι τὴν πεύκην. ἄγεται δὲ ἐν ἀσκοῖς ὑγρά, κἄπειτα οὕτω συνίσταται. καίτοι φασὶ καὶ τὴν τέρμινθον πιττοκαυτεῖσθαι περὶ Συρίαν· ἔστι γὰρ ὄρος, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἴπομεν, μέγα τερμίνθων μεστὸν ἅπαν μεγάλων.