# Enquiry into Plants 2.6-7

Theophrastus, Enquiry into Plants, Θ, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/2.6-7

Μετὰ δὲ τὴν ἀπάνθησιν ἁδρύνονται καὶ τελειοῦνται πυρὸς μὲν καὶ κριθὴ τετταρακοσταῖα μάλιστα· παραπλησίως δὲ καὶ τίφη καὶ τἆλλα τὰ τοιαῦτα. τετταρακοσταῖον δέ φασι καὶ τὸν κύαμον, ὥστε ἐν ἴσαις ἀνθεῖν καὶ τελειοῦσθαι· τὰ δ᾿ ἄλλα ἐν ἐλάττοσιν· ἐλαχίσταις δὲ ὁ ἐρέβινθος, εἴπερ ἀπὸ τῆς σπορᾶς ἐν τετταράκοντα τελειοῦται ταῖς ἀπάσαις ὥσπερ τινές φασιν· ἐπεὶ τό γ᾿ ὅλον ὅτι τάχιστα φανερόν. οἱ δὲ κέγχροι καὶ τὰ σήσαμα καὶ οἱ μέλινοι καὶ ὅλως τὰ θερινὶ σχεδὸν ὁμολογεῖται τάς τεττσράκονθ᾿ ἡμέρας λαμβάνειν· οἱ δέ φασι καὶ ἐλάττους.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
