Ancient Greek · ~2 min
I, Chapter 2
Theophrastus, Enquiry into Plants 2.6-8
Not analysed yet
Ἀναπληροῦσθαι δὲ συμβαίνει τὰ κοιλώματα πρὸς τὸ πάλιν ἐξαιρεῖν τῶν μὲν ἀγαθῶν πευκῶν ἐνιαυτῷ, τῶν δὲ μετριωτέρων ἐν δυσὶν ἔτεσι, τῶν δὲ μοχθηρῶν ἐν τρισίν. ἡ δὲ ἀναπλήρωσις οὐ τοῦ ξύλου καὶ τῆς συμφύσεως ἀλλὰ τῆς πίττης ἐστίν· ἐπεὶ τὸ ξύλον ἀδύνατον συμφῦναι καὶ ἓν γενέσθαι πάλιν, ἀλλ᾿ ἡ ἐργασία διὰ τοσούτου χρόνου γίνεται τῆς πίττης· ἀναγκαῖον δὲ δῆλον, ὅτι καὶ τῷ ξύλῳ γίνεσθαί τινα πρόσφυσιν, εἴπερ ἐξαιρουμένης τῆς δᾳδὸς καὶ καιομένης τῆς πίττης ἡ ἐκροή. τοῦτο μὲν οὖν οὕτω ληπτέον.