# Enquiry into Plants 2.7-4

Theophrastus, Enquiry into Plants, Η, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/2.7-4

Μονορριζότατον δὲ τούτων πάντων τὸ λάπαθον· οὐ γὰρ ἔχει παχείας ἀποφύσεις ἀλλὰ τὰς λεπτάς· βαθυρριζότατον δὲ πάντων, ἔχει γάρ μείζω τριῶν ἡμιποδίων· τὸ δ᾿ ἄγριον βραχυτέραν. πολύκαυλον δὲ καὶ πολύκλαδον καὶ ἡ ὅλη μορφὴ τελειωθεῖσα παραπλησία τῇ τοῦ τευτλίου· πολυχρονιώτερον δὲ καὶ τοῦ ἀγρίου καὶ ὅλως δὲ πάντων τῶν λαχάνων ὡς εἰπεῖν· διαμένει γὰρ ὁποσονοῦν χρόνον ὥς φασιν. ἔχει δὲ σαρκώδη τὴν ῥίζαν καὶ ἔνικμον, δι᾿ ὃ καὶ ἐξαιρεθεῖσα ζῇ πολὺν χρόνον. Τὸ δ᾿ ὤκιμον μίαν μὲν τὴν παχεῖαν τὴν κατὰ βάθους τὰς δ᾿ ἄλλας τὰς ἐκ πλαγίου λεπτὰς ἐπιεικῶς εὐμήκεις. Ἔνια δ᾿ οὐκ ἔχει τὴν μίαν τὴν ὀρθήν, οἷον τὸ βλίτον, ἀλλ᾿ εὐθὺ πολλὰς ἐξ ἄκρου καὶ εὐπαχεῖς καὶ μακροτέρας τῆς ἀδραφάξυος.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
