Ancient Greek · ~2 min
I, Chapter 20
Theophrastus, Enquiry into Plants 20.2
Not analysed yet
Ὁ δὲ Κνίδιος κόκκος στρογγύλον ἐρυθρὸν τῇ χροιᾷ μεῖζον δὲ τοῦ πεπέριος ἰσχυρότερον δὲ πολὺ τῇ θερμότητι, δι᾿ καὶ ὅταν δίδωσι κατάποτον, διδόασι γὰρ πρὸς κοιλίας λύσιν, ἐν ἄρτῳ ἢ στέατι περιπλάττοντες· κάει γὰρ ἄλλως τὸν φάρυγγα. Θερμαντικὸν δὲ καὶ ἡ τοῦ πευκεδάνου ῥίζα, δι᾿ ὃ καὶ ἄλειμμά τι ποιοῦσιν ἐξ αὐτῆς ἱδρωτικὸν ὥσπερ καὶ ἐξ ἄλλων. δίδοται δὲ ἡ τοῦ πευκεδάνου ῥίζα καὶ πρὸς τοὺς σπλῆνας· τὸ δὲ σπέρμα οὐ χρήσιμον οὐδὲ ὁ ὀπὸς αὐτῆς· γίνεται δὲ ἐν Ἀρκαδίᾳ. Δαῦκον δὲ περὶ Πατραϊκὴν τῆς Ἀχαΐας διαφέρον, θερμαντικὸν φύσει· ῥίζαν δὲ ἔχει μέλαιναν.