Ancient Greek · ~3 min
I, Chapter 20
Theophrastus, Enquiry into Plants 20.5
Not analysed yet
Τῆς δὲ σκαμμωνίας ὥσπερ ἐξ ἐναντίας ὁ ὀπὸς μόνον χρήσιμος ἄλλο δ᾿ οὐδέν. Ἡ δὲ τῆς πτερίδος ῥίζα μόνον τῷ χυλῷ γλυκύστρυφνος· ἕλμινθα δὲ πλατεῖαν ἐκβάλλει· σπέρμα δὲ οὐκ ἔχει οὐδὲ ὀπόν· τέμνεσθαι δὲ ὡραίαν μετοπώρου φασίν. δ᾿ ἕλμις σύμφυτον ἐνίοις ἔθνεσιν· ἔχουσι γὰρ ὡς ἐπὶ πᾶν Αἰγύπτιοι Ἄραβες Ἀρμένιοι Ματαδίδες Σύροι Κίλικες· Θρᾷκες δ᾿ οὐκ ἔχουσιν οὐδὲ Φρύγες· τῶν δὲ Ἑλλήνων Θηβαῖοί τε οἱ περὶ τὰ γυμνάσια καὶ ὅλως Βοιωτοί· Ἀθηναῖοι δ᾿ οὔ. Πάντων δὲ τῶν φαρμάκων ὡς ἀπλῶς εἰπεῖν βελτίω τὰ ἐκ τῶν χειμερινῶν καὶ προσβόρρων καὶ ξηρῶν· δι᾿ ὃ καὶ τῶν ἐν Εὐβοίᾳ τὰ ἐν ταῖς Αἰγαῖς ἡ τὰ ἐν τῷ Τελεθρίῳ φασί· ξηρότερα γάρ· τὸ δὲ Τελέθριον σύσκιον.