# Enquiry into Plants 3.1-4

Theophrastus, Enquiry into Plants, Δ, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/3.1-4

IΙΙ. Ἐν Λιβύῃ δὲ ὁ λωτὸς πλεῖστος καὶ κάλλιστος καὶ ὁ παλίουρος καὶ ἔν τισι μέρεσι τῇ τε Νασαμωνικῇ καὶ παρ᾿ Ἄμμωνι καὶ ἄλλοις ὁ φοῖνιξ· ἐν δὲ τῇ Κυρηναίᾳ κυπάρισσος καὶ ἐλάαι τε κάλλισται καὶ ἔλαιον πλεῖστον. ἰδιώτατον δὲ πάντων τὸ σίλφιον· ἔτι κρόκον πολὺν ἡ χώρα φέρει καὶ εὔοσμον. ἔστι δὲ τοῦ λωτοῦ τὸ μὲν ὅλον δένδρον ἴδιον εὐμέγεθες ἡλίκον ἄπιος ἤ μικρὸν ἔλαττον· φύλλον δὲ ἐντομὰς ἔχον καὶ πρινῶδες· τὸ μὲν ξύλον μέλαν· γένη δὲ αὐτοῦ πλείω διαφορὰς ἔχοντα τοῖς καρποῖς· ὁ δὲ καρπὸς ἡλίκος κύαμος, πεπαινεται δέ, ὥσπερ οἱ βότρυες. μεταβάλλων τὰς χροιάς· φύεται δέ, καθάπερ τὰ μύρτα, παρ᾿ ἄλληλα πυκνὸ ἐπὶ τῶν βλαστῶν· ἐσθιόμενος δ᾿ ὁ ἐν τοῖς Λωτοφάγοις καλουμένοις γλυκὺς καὶ ἡδὺς καὶ ἀσινὴς καὶ ἔτι πρὸς τὴν κοιλίαν ἀγαθός· ἡδίων δ᾿ ὁ ἀπύρηνος, ἔστι γὰρ καὶ τοιοῦτόν τι γένος· ποιοῦσι δὲ καὶ οἶνον ἐξ αὐτοῦ.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
