Ancient Greek · ~2 min
I, Chapter 3
Theophrastus, Enquiry into Plants 3.1-9
Not analysed yet
III. Τὴν δὲ πίτταν καίουσι τόνδε τὸν τρόπον· ὅταν κατασκευάσωσιν ὁμαλῆ τόπον ὥσπερ ἅλω ποιήσαντες ἔχουσαν εἰς τὸ μέσον συρροὴν καὶ ταύτην ἐδαφίσωσι, κατασχίσαντες τοὺς κορμοὺς συντιθέασι παραπλησίαν σύνθεσιν τῆς τῶν ἀνθρακευόντων, πλὴν οὐκ ἔμβοθρον· ἀλλὰ τὰς σχίζας ὀρθὰς πρὸς ἀλλήλας, ὥστε λαμβάνειν ὕψος αἰεὶ κατὰ πλῆθος· γίνεσθαι δέ φασιν, ὅταν ἡ σύνθεσις ᾖ κύκλῳ μὲν ὀγδοήκοντα καὶ ἑκατὸν πηχέων εἰς ὕψος δὲ ἑξήκοντα πλεῖστον ἢ πεντήκοντα ἢ ἑκατὸν ἀμφοτέροις, ἐάνπερ ἡ δᾷς τυγχάνῃ πίειρα.