Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.3
Not analysed yet
ὁ δὲ μύρρινος μὴ ἀνακαθαιρόμενος ἐκθαμνοῦται καὶ ἡ ἡρακλεωτικὴ καρύα. δοκεῖ δὲ αὕτη γε καὶ τὸν καρπὸν βελτίω καὶ πλείω φέρειν ἐὰν ῥάβδους τις ἐᾷ πλείους ὡς τῆς φύσεως ὕσεως θαμνώδους οὕσης. οὐ μονοστέλεχες δ᾿ ἂν δόξειεν οὐδ᾿ ἡ μηλέα οὐδ᾿ ἡ ῥοιὰ οὐδ᾿ ἡ ἄπιος εἶναι, οὐδ᾿ ὅλως ὅσα παραβλαστητικὰ ἀπὸ τῶν ῥιζῶν ἀλλὰ τῇ ἀγωγῇ τοιαῦτα παραιρουμένων τῶν ἄλλων. ἔνια δὲ καὶ ἐῶσι πολυστελέχη διὰ λεπτότητα, καθάπερ ῥόαν μηλέαν· ἐῶσι δὲ καὶ τὰς ἐλάας κοπάδας καὶ τὰς συκᾶς.