Ancient Greek · ~4 min
B, Chapter 3
Theophrastus, Enquiry into Plants 3.3-2
Not analysed yet
3 Ἐπεὶ καὶ τοιαύτη τις ἀταξία γίνεται περὶ τοὺς καρπούς· οἷον ἤδη ποτὲ συκῆ τὰ σῦκα ἔφυσεν ἐκ τοῦ ὄπισθεν τῶν θρίων· καὶ ῥόα δὲ καὶ ἄμπελος ἐκ τῶν στελεχῶν, καὶ ἄμπελος ἄνευ φύλλων καρπὸν ἤνεγκεν. ἐλάα δὲ τὰ μὲν φύλλα ἀπέβαλε τὸν δὲ καρπὸν ἐξήνεγκεν· ὃ καὶ Θετταλῷ τῷ Πεισιστράτου γενέσθαι λέγεται. συμβαίνει δὲ καὶ διὰ χειμῶνας τοῦτο καὶ δι᾿ ἄλλας αἰτίας ἔνια τῶν δοκούντων εἶναι παρὰ λόγον οὐκ ὄντων δέ· οἷον ἐλάα ποτ᾿ ἀποκαυθεῖσα τελέως ἀνεβλάστησεν ὅλη, καὶ αὐτὴ καὶ ἡ θαλία. ἐν δὲ τῇ Βοιωτίᾳ καταβρωθέντων τῶν ἐρνῶν ὑπ᾿ ἀττελέβων πάλιν ἀνεβλάστησε· τὰ δ᾿ οἷον ἀπέπεσεν. ἥκιστα δ᾿ ἴσως τὰ τοιαῦτα ἄτοπα διὰ το φανερὰς ἔχειν τὰς αἰτίας, ἀλλὰ μᾶλλον τὸ μὴ ἐκ τῶν οἰκείων τόπων φέρειν τοὺς καρποὺς ἢ μὴ οἰκείους· καὶ μάλιστα δ᾿ εἰ τῆς ὅλης φύσεως γίνεται μεταβολή, καθάπερ ἐλέχθη. περὶ μὲν οὖν τὰ δένδρα τοιαῦται τινές εἰσι μεταβολαί.