Ancient Greek · ~3 min
Γ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.4-2
Not analysed yet
Κάρπιμα δὲ τὰ μὲν ἄλλα πάντα· περὶ δὲ ἰτέας καὶ αἰγείρου καὶ πτελέας, ὥσπερ ἐλέχθη, διαμφισβητοῦσιν. ἔνιοι δὲ τὴν αἴγειρον μόνην ἀκαρπεῖν φασιν, ὥσπερ καὶ οἱ ἐν Ἀρκαδίᾳ, τὰ δὲ ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι καρποφορεῖν. ἐν Κρήτῃ δὲ καὶ αἴγειροι κάρπιμοι πλείους εἰσί· μία μὲν ἐν τῷ στομίῳ τοῦ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ, ἐν ᾧ τὰ ἀναθήματα ἀνάκειται, ἄλλη δὲ μικρὰ πλησίον· ἀπωτέρω δὲ μάλιστα δώδεκα σταδίους περί τινα κρήνην Σαύρου καλουμένην πολλαί. εἰσὶ δὲ καὶ ἐν τῷ πλησίον ὄρει τῆς Ἴδης ἐν τῷ Κινδρίῳ καλουμένῳ καὶ περὶ Πραισίαν δὲ ἐν τοῖς ὄρεσιν. οἱ δὲ μόνον τῶν τοιούτων τὴν πτελέαν κάρπιμον εἶναί φασι, κσθάπερ οἱ περὶ Μακεδονίαν.