Ancient Greek · ~3 min
Ε, Chapter 3
Theophrastus, Enquiry into Plants 3.5-4
Not analysed yet
Ἐστι δὲ καὶ ἀστραβέστατον τὸ τῆς πτελέας. ὄἰ ὃ καὶ τοὺς στροφεῖς τῶν θυρῶν ποιοῦσι πτελείνους· ἐὰν γὰρ οὗτοι μένωσι, καὶ αἱ θύραι μένουσιν ἀστραβεῖς, εἰ δὲ μή, διαστρέφονται. ποιοῦσι δ᾿ αὐτοὺς ἔμπαλιν τιθέντες τὶ ξύλα τό τε ἀπὸ τῆς ῥίζης καὶ τὸ ἀπὸ τοῦ φύλλου· καλοῦσι δὲ οἱ τέκτονες τὸ ἀπὸ τοῦ φ ύλλου τὸ ἄνω· ἐναρμοσθέντα γαρ ἀλλήλοις ἑκάτερον κωλύει πρὸς τὴν ὁρμὴν ἐναντίως ἔχον. εἰ δὲ ἔκειτο κατι φύσιν, οὗπερ ἡ ῥοπὴ ἐνταῦθα πάντων ἂν ἦν ἡ φορά. Τὰς δὲ θύρας οὐκ εὐθὺς συντελοῦσιν, ἀλλὰ πήξαντες ἐφιστᾶσι, κἄπειτα ὑστέρῳ οἱ δὲ τῷ τρίτῳ ἔτει συνετέλεσαν ἐὰν μᾶλλον σπουδάζωσι· τοῦ μὲν γὰρ θέρους ἀναξηραινομένων διίστανται, τοῦ δὲ χειμῶνος συμμύουσιν. αἴτιον δ’ ὅτι τῆς ἐλάτης τὰ μανὰ καὶ σαρκώδη ἕλκει τὸν ἀέρα ἔνικμον ὄντα.