Ancient Greek · ~2 min
Γ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.6-2
Not analysed yet
Ὁμοίως δὲ καὶ ἕτερα πλείω τοιαῦτ᾿ ἐστίν· ἐπεὶ καὶ τῶν ἐλαττόνων ποαρίων καὶ ὑλημάτων ἐν τῇ αὐτῇ χώρᾳ καὶ συνόρῳ χώρᾳ τὰ μὲν κάρπιμα τὰ δ᾿ ἄκαρπα γίνεται· καθάπερ καὶ τὸ κενταύριον ἐν τῇ Ἠλείᾳ, τὸ μὲν ἐν τῇ ὀρεινῇ κάρπιμον, τὸ δ᾿ ἐν τῷ πεδίῳ ἄκαρπον ἀλλὰ μόνον ἀνθεῖ, τὸ δ᾿ ἐν τοῖς κοίλοις τόποις οὐδ᾿ ἀνθεῖ πλὴν κακῶς. δοκεῖ δ᾿ οὖν καὶ τῶν ἄλλων τῶν ὁμογενῶν καὶ ἐν μιᾷ προσηγορίᾳ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον, οἷον πρῖνος ὁ μὲν κάρπιμος ὁ δ᾿ ἄκαρπος· καὶ κλήθρα δὲ ὡσαύτως· ἀνθεῖ δ᾿ ἄμφω.