Ancient Greek
Ε, Chapter 3
Theophrastus, Enquiry into Plants 3.7-3
Not analysed yet
Τὸ δὲ θύον, οἱ δὲ θύαν καλοῦσι, παρ’ Ἄμμωνι τε γίνεται καὶ ἐν τῇ Κυρηναίᾳ, τὴν μὲν μορφὴν ὅμοιον κυπαρίττῳ καὶ τοῖς κλάδοις καὶ τοῖς φύλλοις καὶ τῷ στελέχει καὶ τῷ καρπῷ, μᾶλλον δ’ ὦσπερ κυπάριττος ἀγρία· πολὺ μὲν καὶ ὅπου νῦν ἡ πόλις ἐσ τί, καὶ ἔτι διαμνημονεύουσιν ὀροφάς τινας τῶν ἀρχαίων οὔσας. ἀσαπὲς γὰρ ὅλως τὸ ξύλον οὐλότατον δὲ τὴν ῥίζαν ἐστί· καὶ ἐκ ταύτης τὰ σπουδαιότατα ποιεῖται τῶν ἔργων. τὰ δὲ ἀγάλματα γλύφουσιν ἐκ τῶνδε, κέδρων κυπαρίττου λωτοῦ π ύξου· τὰ δ᾿ ἐλάττω καὶ ἐκ τῶν ἐλαίνων ῥιζῶν· ἀρραγεῖς γὰρ αὖται καὶ ὁμαλῶς πως σαρκώδεις. ταῦτα μὲν οὖν ἰδιότητά τινα τόπων καὶ φύσεως καὶ χρείας ἀποδηλοῖ.