Ancient Greek
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.1-4
Not analysed yet
IV. Ἐν δὲ τῇ Ἀσίᾳ παρ᾿ ἑκάστοις ἴδι᾿ ἄττα τυγχάνει· τὰ μὲν γὰρ φέρουσιν αἱ χῶραι τὰ δ᾿ οὐ φυουσιν· οἷον κιττὸν καὶ ἐλάαν οὔ φασιν εἶναι τῆς Ἀσίας ἐν τοῖς ἄνω τῆς Συρίας ἀπὸ θαλάττης πένθ᾿ ἡμερῶν· ἀλλ᾿ ἐν Ἰνδοῖς φανῆναι κιττὸν ἐν τῷ ὄρει τῷ Μηρῷ καλουμένῳ, ὅθεν δὴ καὶ τὸν Διόνυσον εἶναι μυθολογοῦσι. δι᾿ ὃ καὶ Ἀλέξανδρος ἀπ᾿ ἐξοδίας λέγεται ἀπιὼν ἐστεφανωμένος κιττῷ εἶναι καὶ αὐτὸς καὶ ἡ στρατιά· τῶν δὲ ἄλλων ἐν Μηδίᾳ μόνον· περικλείειν γὰρ αὕτη δοκεῖ καὶ συνάπτειν πως τῷ Πόντῳ. καίτοι γε διεφιλοτιμήθη Ἅρπαλος ἐν τοῖς παραδείσοις τοῖς περὶ Βαβυλῶνα φυτεύων πολλάκις καὶ πραγματευόμενος, ἀλλ᾿ οὐδὲν ἐποίει πλέον· οὐ γὰρ ἐδύνατο ζῆν ὥσπερ τἆλλα τὰ ἐκ τῆς Ἑλλάδος. τοῦτο μὲν οὖν οὐ δέχεται ἡ χώρα διὰ τὴν τοῦ ἀέρος κρᾶσιν· ἀναγκαίως δὲ δέχεται καὶ πύξον καὶ φίλυραν· καὶ γὰρ περὶ ταῦτα πονοῦσιν οἱ ἐν τοῖς παραδείσοις.