Ancient Greek · ~3 min
I, Chapter 4
Theophrastus, Enquiry into Plants 4.10-3
Not analysed yet
Ἔνιοι δὲ λέγουσιν ὡς πλείων μὲν ὁ λιβανωτὸς ἐν τῇ Ἀραβίᾳ γίνεται, καλλίων δὲ ἐν ταῖς ἐπικειμέναις νήσοις ὧν ἐπάρχουσιν· ἐνταῦθα γὰρ καὶ σχηματοποιεῖν ἐπὶ τῶν δένδρων οἷον ἂν θέλωσι· καὶ τάχα τοῦτό γε οὐκ ἀπίθανον· ἐνδέχεται ὁποίαν ἂν βούλωνται ποιεῖν τὴν ἐντομήν. εἰσὶ δέ τινες καὶ μεγάλοι σφόδρα τῶν χόνδρων, ὥστ᾿ εἶναι τῷ μὲν ὄγκῳ χειροπληθιαίους σταθμῷ δὲ πλέον ἢ τρίτον μέρος μνᾶς. ἀργὸς δὲ κομίζεται πᾶς ὁ λιβανωτός, ὅμοιος δὲ τῇ προσόψει φλοιῷ. τῆς σμύρνης δὲ ἡ μὲν στακτὴ ἡ δὲ πλαστή. δοκιμάζεται δ᾿ ἡ μὲν ἀμείνων τῇ γεύσει, καὶ ἀπὸ ταύτης τὴν ὁμόχρων λαμβάνουσι. περὶ μὲν οὖν λιβανωτοῦ καὶ σμύρνης σχεδὸν τοσαῦτα ἀκηκόαμεν ἄχρι γε τοῦ νῦν.