# Enquiry into Plants 4.12-2

Theophrastus, Enquiry into Plants, Η, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/4.12-2

τῆς δὲ ῥίζης ἡ γένεσις οὐχ ὁμοία τοῦ τε σκορόδου καὶ τοῦ κρομύου· ἀλλὰ τοῦ μὲν σκορόδου ὅταν ἀνοιδήσῃ ἡ γελγὶς κυρτοῦται πᾶσα καὶ ἐνταῦθα αὐξηθεῖσα διαιρεῖται πάλιν εἰς τὰς γέλγεις καὶ ἐξ ἑνὸς πολλὰ γίνεται τῷ τελειοῦσθαι τὴν κεφαλήν, τὸ δὲ κρόμυον εὐθὺς ἐκ τῆς ῥίζης ἄλλο καὶ ἄλλο παραφίησι, καθάπερ καὶ βολβοὶ καὶ σκίλλα καὶ πάντα τὰ τοιαῦτα. καὶ γὰρ τὰ κρόμυα καὶ τὰ σκόροδα μὴ ἀναιρούντων ἀλλ᾿ ἐώντων πολλὰ γίνεται. φέρειν δέ φασι καὶ τὸ σκόροδον ἐπὶ τῆς φύσιγγος, σκόροδα καὶ .τὸ κρόμυον κρόμυα· περὶ μὲν οὖν τῶν γενέσεων ἱκανῶς εἰρήσθω.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
