Ancient Greek · ~2 min
Ε, Chapter 4
Theophrastus, Enquiry into Plants 4.2-5
Not analysed yet
Ἀσαπῆ δὲ φύσει κυπάριττος κέδρος ἔβενος λωτὸς πύξος ἐλάα κότινος πεύκη ἔνδᾳδος ἀρία δρῦς καρύα Εὐβοική. τούτων δὲ χρονιώτατα δοκεῖ τὰ κυπαρίττινα εἶναι· τὰ γοῦν ἐν Ἐφέσῳ, ἐξ ὦν αἱ θύραι τοῦ νεωστὶ νεώ, τεθησαυρισμένα τέτταρας ἔκειτο γενεάς. μόνα δὲ καὶ στιλβηδόνα δέχεται, δἰ ὃ καὶ τὰ σπουδαζόμενα τῶν ἔργων ἐκ τούτων ποιοῦσι. τῶν δὲ ἄλλων ἀσαπέστατον μετὰ τὰ κυπαρίττινα καὶ τὰ θυώδη τὴν συκάμινον εἶναί φασι, καὶ ἰσχυρὸν ἄμα καὶ εὕεργον τὸ ξύλον· γίνεται δὲ τὸ ξύλον παλαιούμενον μέλαν, ὥσπερ λωτός.